Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
Εὐριπίδης
  1. τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
  2. φάρει καλυπτὸς ὦ ξένη;
Μνησίλοχος
  1. βιάζομαι
  2. γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
Γυνὴ Γ
  1. τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
  2. οὗτος πανουργῶν δεῦρʼ ἀνῆλθεν ὦ ξένε
  3. ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
Μνησίλοχος
  1. βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
Εὐριπίδης
  1. ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
Μνησίλοχος
  1. αὕτη Θεονόη Πρωτέως.
Γυνὴ Γ
  1. μὰ τὼ θεὼ
  2. εἰ μὴ Κρίτυλλά γʼ Ἀντιθέου Γαργηττόθεν·
  3. σὺ δʼ εἶ πανοῦργος.
Μνησίλοχος
  1. ὁπόσα τοι βούλει λέγε.
  2. οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
  3. προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
Εὐριπίδης
  1. γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
Μνησίλοχος
  1. αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Εὐριπίδης
  1. τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μʼ ἔχει.