Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
- τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος,
- ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
- κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
- Πρωτέως τάδʼ ἐστὶ μέλαθρα.
- ποίου Πρωτέως;
- ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
- ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
- ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
- Αἴγυπτον.
- ὦ δύστηνος οἷ πεπλώκαμεν.
- πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
- ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
- αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
- οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε,
- ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας
- ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος;
- αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ;
- τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα.
- κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι,