Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Μνησίλοχος
  1. Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
  2. ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
  3. λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
Γυνὴ Γ
  1. πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
Μνησίλοχος
  1. ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
  2. Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
Γυνὴ Γ
  1. σοί γʼ ὦλεθρε
  2. πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Μνησίλοχος
  1. Ἑλένη δʼ ἐκλήθην.
Γυνὴ Γ
  1. αὖθις αὖ γίγνει γυνή,
  2. πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
Μνησίλοχος
  1. ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις
  2. ῥοαῖσιν ἔθανον.
Γυνὴ Γ
  1. ὤφελες δὲ καὶ σύ γε.
Μνησίλοχος
  1. κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις
  2. οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
  3. τί οὖν ἔτι ζῶ;
Γυνὴ Γ
  1. τῶν κοράκων πονηρίᾳ.
Μνησίλοχος
  1. ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.