Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- προεδρίαν τʼ αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
- ἔν τε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν·
- εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
- ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
- ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
- τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
- τὴν Ὑπερβόλου καθῆσθαι μητέρʼ ἠμφιεσμένην
- λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
- καὶ δανείζειν χρήμαθʼ, ᾗ χρῆν, εἰ δανείσειέν τινι
- καὶ τόκον πράττοιτο, διδόναι μηδένʼ ἀνθρώπων τόκον,
- ἀλλʼ ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματʼ εἰπόντας τοδί,
- ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον.
- ἰλλὸς γεγένημαι προσδοκῶν· ὁ δʼ οὐδέπω.
- τί δῆτʼ ἂν εἴη τοὐμποδών; οὐκ ἔσθʼ ὅπως
- οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντʼ αἰσχύνεται.
- τῷ δῆτʼ ἂν αὐτὸν προσαγαγοίμην δράματι;
- ἐγᾦδα· τὴν καινὴν Ἑλένην μιμήσομαι.
- πάντως ὑπάρχει μοι γυναικεία στολή.
- τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
- πικρὰν Ἑλένην ὄψει τάχʼ, εἰ μὴ κοσμίως