Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ἡμεῖς ἂν πολλοὺς τούτων
- ἀποδείξαιμεν ταῦτα ποιοῦντας.
- καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
- ὄντας μᾶλλον καὶ λωποδύτας
- καὶ βωμολόχους κἀνδραποδιστάς.
- καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
- χείρους ἡμῶν εἰσιν σῴζειν·
- ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
- τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
- τὸ σκιάδειον·
- τοῖς δʼ ἡμετέροις ἀνδράσι τούτοις
- ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
- ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
- πολλοῖς δʼ ἑτέροις ἀπὸ τῶν ὤμων
- ἐν ταῖς στρατιαῖς
- ἔρριπται τὸ σκιάδειον.
- πόλλʼ ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθʼ ἂν
- τοῖσιν ἀνδράσιν δικαίως, ἓν δʼ ὑπερφυέστατον.
- χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
- ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,