Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετʼ ἔνδον.
  2. κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
  3. πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
  4. κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι·
  5. κἂν αἰσχυνθεῖσʼ ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
  6. αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
  7. ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανός τε πάρεστιν ἰδέσθαι.
  8. βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
  9. ὑμεῖς δʼ ἡμᾶς. σκεψώμεθα δὴ κἀντιτιθῶμεν πρὸς ἕκαστον,
  10. παραβάλλουσαι τῆς τε γυναικὸς καὶ τἀνδρὸς τοὔνομʼ ἑκάστου.
  11. Ναυσιμάχης μέν γʼ ἥττων ἐστὶν Χαρμῖνος· δῆλα δὲ τἄργα.
  12. καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
  13. πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
  14. καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐδʼ ἐγχειρεῖ πολεμίζειν.
  15. ἀλλʼ Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
  16. παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐδʼ αὐτὸς τοῦτό γε φήσεις.
  17. οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθʼ εἶναι.
  18. οὐδʼ ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
  19. ἐς πόλιν ἔλθοι τῶν δημοσίων· ἀλλʼ ἢν τὰ μέγισθʼ ὑφέληται
  20. φορμὸν πυρῶν τἀνδρὸς κλέψασʼ, αὐθημερὸν αὔτʼ ἀπέδωκεν.