Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
- ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον.
- ὦ χεῖρες ἐμαὶ
- ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
- ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
- δέξασθε σμίλης ὁλκοὺς
- κήρυκας ἐμῶν μόχθων· οἴμοι
- τουτὶ τὸ ῥῶ μοχθηρόν·
- χώρει χώρει. ποίαν αὔλακα;
- βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς
- κείνᾳ ταύτᾳ· ταχέως χρή.
- ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι,
- καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει,
- ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα,
- ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,
- εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
- κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι,
- ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
- κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν,
- μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς