Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω.
Μνησίλοχος
  1. ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
Γυνὴ Α
  1. κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής.
Μνησίλοχος
  1. τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
Γυνὴ Α
  1. τί τῆς ἱερείας γίγνεται;
Μνησίλοχος
  1. τουτί. λαβέ.
Γυνὴ Γ
  1. ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
  2. τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο;
Γυνὴ Α
  1. ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει,
  2. φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
  3. τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω.
Μνησίλοχος
  1. ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;
  2. τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος
  3. κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
  4. οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελον
  5. πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον
  6. ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας
  7. ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται.
  8. πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν;
  9. τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν