Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ
- τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
- συγγογγύλας καὶ συστρέψας
- τουτὶ τὸ πέος χοανεῦσαι.
- ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον.
- ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
- Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ.
- μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα.
- καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν
- ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
- ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
- τί οὖν ἐγὼ δρῶ;
- περίμενʼ, ὡς ἐξερχεται.
- ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
- νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
- τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
- οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
- ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
- ποῖόν τι;
- τῇδε θἠμέρᾳ κριθήσεται