Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
- οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
- οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
- ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
- δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.
- τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
- τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ;
- κοὔπω μέντοι γε πέπαυμαι.
- ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ
- ἀποδρὰς λέξεις
- οἷον δράσας διέδυς ἔργον,
- λήψει δὲ κακόν.
- τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
- τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
- ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
- μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω.
- ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως
- ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους
- ἐπʼ ἀθέοις ἔργοις·
- καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.