Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. †εἴ τι δρῴη†
  2. πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
  3. ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν
  4. θεὸς ἀποτίνεται.
  5. ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
  6. οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
Γυνὴ Α
  1. ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
  2. τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
  3. ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Μνησίλοχος
  1. κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
  2. ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
  3. πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
  4. καθαιματώσει βωμόν.
Γυνὴ Α
  1. ὦ τάλαινʼ ἐγώ.
  2. γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
  3. στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
  4. τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
Χορός
  1. ἔα ἔα.
  2. ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
  3. νεοχμὸν αὖ τέρας;