Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον
  2. ἐπέχει τύχη.
  3. ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων,
  4. καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος.
Γυνὴ Α
  1. ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
  2. κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον.
Μνησίλοχος
  1. ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν
  2. ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον
  3. μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
  4. τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη
  5. οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
  6. ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
  7. κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
  8. ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν,
  9. κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
Γυνὴ Α
  1. παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.
Μνησίλοχος
  1. παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί,
  2. τουτὶ τεκεῖν φῄς;
Γυνὴ Α
  1. καὶ δέκα μῆνας αὔτʼ ἐγὼ
  2. ἤνεγκον.