Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ.
- εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ,
- εἴ τις ἐν τόποις ἑδραῖος
- ἄλλος αὖ λέληθεν ὤν.
- πανταχῇ δὲ ῥῖψον ὄμμα,
- καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
- πάντʼ ἀνασκόπει καλῶς.
- ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
- δώσει τε δίκην καὶ πρὸς τούτῳ
- τοῖς ἄλλοις ἀνδράσιν ἔσται
- παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων
- ἀθέων τε τρόπων·
- φήσει δʼ εἶναί τε θεοὺς φανερῶς,
- δείξει τʼ ἤδη
- πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας ---
- †δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα
- μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
- κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
- αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
- †μανίαισ† φλέγων λύσσῃ παράκοπος,