Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὖθις ἐς τὸ πρόσθεν οἴχεται.
- οὐκ ἐνγεταυθί.
- μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
- ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
- τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
- ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
- ἡμῖν ἐλοιδορεῖτο.
- κακοδαίμων ἐγώ,
- εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
- ἄγε δὴ τί δρῶμεν;
- τουτονὶ φυλάττετε
- καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
- ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
- ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
- ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας
- ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
- τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
- εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
- καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ
- μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,