Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
- ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
- φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
- τί δὲ μετὰ τοῦτο δεύτερον;
- προὐπίνομεν.
- ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
- σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
- οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
- ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
- τί οὖν ποιῶ;
- ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
- κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
- χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
- ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
- καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
- στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
- νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
- ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
- τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
- καὶ ποῦ ʼστιν;