Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- νὴ Δίʼ ὦ μέλε·
- στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.
- τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ;
- τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν;
- εἰπέ μοι,
- τίς ἔστʼ ἀνήρ σοι;
- τὸν ἐμὸν ἄνδρα πυνθάνει;
- τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
- τὸν δεῖνα; ποῖον;
- ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε
- τὸν δεῖνα τὸν τοῦ δεῖνα—
- ληρεῖν μοι δοκεῖς.
- ἀνῆλθες ἤδη δεῦρο πρότερον;
- νὴ Δία
- ὁσέτη γε.
- καὶ τίς σοὐστὶ συσκηνήτρια;
- ἡ δεῖνʼ ἔμοιγʼ.
- οἴμοι τάλας, οὐδὲν λέγεις.
- ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
- ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,