Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
  2. ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθένης
  1. φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;
Μνησίλοχος
  1. ποῖ τις τρέψεται;
Κλεισθένης
  1. ζητητέαι γάρ ἐστε.
Μνησίλοχος
  1. κακοδαίμων ἐγώ.
Γυνὴ Α
  1. ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.
Κλεισθένης
  1. γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
Χορός
  1. γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθένης
  1. ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
  2. ἔχουσα;
Γυνὴ Α
  1. τίτθη νὴ Δίʼ ἐμή.
Μνησίλοχος
  1. διοίχομαι.
Κλεισθένης
  1. αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;
Μνησίλοχος
  1. ἔασον οὐρῆσαί μʼ.
Κλεισθένης
  1. ἀναίσχυντός τις εἶ.
  2. σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.
Χορός
  1. ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
  2. μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
Κλεισθένης
  1. πολύν γε χρόνον οὐρεῖς σύ.