Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός
  1. τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
  2. ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης
  1. Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
  2. αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
Χορός
  1. πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης
  1. ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
  2. ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός
  1. καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης
  1. ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
  2. καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
Μνησίλοχος
  1. πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
  2. ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
  3. οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
Κλεισθένης
  1. ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
  2. εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
Χορός
  1. τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
  2. ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
  3. ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
  4. λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.