Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
Γυνὴ Α
  1. οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
  2. ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.
Μνησίλοχος
  1. οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.
Γυνὴ Α
  1. καὶ μὴν ἰδού.
Μνησίλοχος
  1. καὶ μὴν ἰδού.
Γυνὴ Α
  1. λαβὲ θοἰμάτιον Φιλίστη.
Μνησίλοχος
  1. πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
Γυνὴ Α
  1. τί δράσεις;
Μνησίλοχος
  1. τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
Χορός
  1. παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
  2. ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
  3. σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.
Κλεισθένης
  1. φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
  2. ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·
  3. γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
  4. καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
  5. ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
  6. ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
  7. σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ