Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.
Γυνὴ Α
  1. ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος
  2. ἡμᾶς ἁπάσας αὖθις αὖ.
Μνησίλοχος
  1. καὶ νὴ Δίʼ οὐδέπω γε
  2. εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
Γυνὴ Α
  1. ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
Μνησίλοχος
  1. μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
  2. ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
  3. ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
Γυνὴ Α
  1. ἐπιτριβείης.
Μνησίλοχος
  1. ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
  2. ἔπειτα τὴν γαλῆν φαμεν—
Γυνὴ Α
  1. τάλαινʼ ἐγώ· φλυαρεῖς.
Μνησίλοχος
  1. οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
  2. οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
  3. οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—
Γυνὴ Α
  1. ἐξόλοιο.
Μνησίλοχος
  1. ἁχαρνικὴ τὸν πατέρα.
Γυνὴ Α
  1. ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;
Μνησίλοχος
  1. οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ