Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μὴ δάκῃ ῥητωρ ἀθρεῖν.
Χορός
  1. ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
  2. οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.
Γυνὴ Α
  1. οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
  2. ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
  3. ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
  4. ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς
  5. αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
  6. ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
  7. γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Μνησίλοχος
  1. μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
  2. παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
  3. εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
  4. διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
Γυνὴ Α
  1. οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
  2. ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
  3. ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
  4. ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
  5. οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Μνησίλοχος
  1. ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις