Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,
- θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
- λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,
- τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον
- τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
- ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
- ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,
- οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
- τουτὶ μέντοι θαυμαστόν,
- ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
- χἤτις ἐξέθρεψε χώρα
- τήνδε τὴν θρασεῖαν οὕτω.
- τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
- κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς
- οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
- οὐδὲ τολμῆσαί ποτʼ ἄν.
- ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη·
- τὴν παροιμίαν δʼ ἐπαινῶ
- τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ
- παντί νου χρὴ