Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·
- οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα
- τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,
- ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
- μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς,
- οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
- ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,
- ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
- †ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
- τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
- ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ
- δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·
- ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·
- τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
- ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον·
- εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,
- ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
- τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·
- χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν
- ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.