Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου.
- τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα
- βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία
- κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
- ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
- ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν
- δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
- ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος,
- ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
- οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·
- κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
- ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι;
- στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη·
- ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι.βάδιζέ νυν·
- κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον·
- ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
- ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην
- παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης.
- ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·
- οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων