Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
  2. ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
  3. ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν
  4. πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
Χορός
  1. ἕτερον αὖ τι λῆμα τοῦτο
  2. κομψότερον ἔτʼ ἢ τὸ πρότερον
  3. ἀναπέφηνεν.
  4. οἷα κατεστωμύλατο
  5. οὐκ ἄκαιρα, φρένας ἔχουσα
  6. καὶ πολύπλοκον νόημʼ, οὐδʼ
  7. ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.
  8. δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
  9. τὸν ἄνδρα
  10. περιφανῶς δοῦναι δίκην.
Μνησίλοχος
  1. τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
  2. Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,
  3. οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.
  4. καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων,
  5. μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
  6. ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·