Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε†
  2. ποικίλους λόγους ἀνηῦρεν
  3. εὖ διεζητημένους·
  4. ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν
  5. Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
  6. ἂν αὐτόν, ὡς ἐγᾦμαι,
  7. πᾶσιν ὑμῖν
  8. ἄντικρυς μηδὲν λέγειν.
Γυνὴ Β
  1. ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων.
  2. τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ·
  3. ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
  4. ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
  5. παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις
  6. στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις.
  7. τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην·
  8. νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
  9. τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς·
  10. ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ.
  11. νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
  12. τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·