Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ
  2. αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
  3. ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι
  4. ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
  5. αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
  6. Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους.
  7. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν
  8. ποιησαμέναισι δακτύλιον τριωβόλου,
  9. νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
  10. ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια
  11. ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
  12. ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
  13. ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
  14. ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω,
  15. τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
Χορός
  1. οὔπω ταύτης ἤκουσα
  2. πολυπλοκωτέρας γυναικὸς
  3. οὐδὲ δεινότερον λεγούσης.
  4. πάντα γὰρ λέγει δίκαια,
  5. †πάσας δʼ ἰδέας ἐξήτασεν,