Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
  2. ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ
  3. τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ
  4. γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
  5. σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
  6. ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα;
  7. οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ
  8. κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
  9. τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.
  10. εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
  11. ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.
  12. ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
  13. πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας
  14. ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων
  15. γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
  16. δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
  17. εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
  18. σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
  19. τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
  20. τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.