Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
  1. ἐγώ.
Κηρύκαινα
  1. περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
Χορός
  1. σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
  2. ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνὴ Α
  1. φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
  2. λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ
  3. βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
  4. προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
  5. Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
  6. καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.
  7. τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
  8. ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ
  9. εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
  10. τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
  11. τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
  12. τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν·
  13. ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
  14. ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως
  15. μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.