Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅρκους τοὺς νενομισμένους
- κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
- ἢ ψηφίσματα καὶ νόμον
- ζητοῦσʼ ἀντιμεθιστάναι,
- τἀπόρρητά τε τοῖσιν ἐχθροῖς
- τοῖς ἡμετέροις λέγουσʼ,
- ἢ Μήδους ἐπάγουσι γῇ
- κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ,
- ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν.
- ἀλλʼ ὦ παγκρατὲς
- Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ
- ἡμῖν θεοὺς παραστατεῖν
- καίπερ γυναιξὶν οὔσαις.
- ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
- τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,
- Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη·
- ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
- τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,
- καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
- ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ