Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
- ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
- ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
- προαγωγὸς οὖσʼ ἐνετρύλλισεν τῷ δεσπότῃ
- ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
- ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
- καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
- ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
- ἢ καὶ δέχεται προδιδοῦσʼ ἑταίρα τὸν φίλον,
- κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
- ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
- κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν
- ἀρᾶσθε, ταῖς δʼ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
- εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
- ξυνευχόμεσθα τέλεα μὲν
- πόλει τέλεα δὲ δήμῳ
- τάδʼ εὔγματα γενέσθαι,
- τὰ δʼ ἄρισθʼ ὅσαις προσήκει
- νικᾶν λεγούσαις· ὁπόσαι δʼ
- ἐξαπατῶσιν παραβαίνουσί τε τοὺς