Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- περιμάχητον, ἐλθὲ δεῦρο.
- καὶ πολυώνυμε θηροφόνη παῖ
- Λατοῦς χρυσώπιδος ἔρνος,
- σύ τε πόντιε σεμνὲ Πόσειδον
- ἁλιμέδον προλιπὼν
- μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον,
- Νηρέος ἐναλίου τε κόραι
- Νύμφαι τʼ ὀρείπλαγκτοι.
- χρυσέα τε φόρμιγξ
- ἰαχήσειεν ἐπʼ εὐχαῖς
- ἡμετέραις· τελέως δʼ
- ἐκκλησιάσαιμεν Ἀθηναίων
- εὐγενεῖς γυναῖκες.
- εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
- καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
- καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
- καὶ ταῖσι Δηλίαισι τοῖς τʼ ἄλλοις θεοῖς,
- εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
- τῷ τῶν γυναικῶν ἢ ʼπικηρυκεύεται
- Εὐριπίδῃ Μήδοις τʼ ἐπὶ βλάβῃ τινὶ