Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών.
- δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων.
- εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν
- Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
- Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
- τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν
- τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
- ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
- τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν
- τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
- τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
- νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά.
- ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.
- δεχόμεθα καὶ θεῶν γένος
- λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς
- φανέντας ἐπιχαρῆναι.
- Ζεῦ μεγαλώνυμε χρυσολύρα τε
- Δῆλον ὃς ἔχεις ἱεράν,
- καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
- χρυσόλογχε πόλιν οἰκοῦσα