Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
- μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν,
- ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ.
- ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας
- σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
- ἐγὼ δʼ ἄπειμι.
- δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου.
- ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
- ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος.
- ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
- ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
- ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε
- τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
- δέσποινα πολυτίμητε Δήμητερ φίλη
- καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
- θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν.
- καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
- πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου,
- καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
- ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων