Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. φέρʼ ἔγκυκλον·
Ἀγάθων
  1. τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος.
Εὐριπίδης
  1. ὑποδημάτων δεῖ.
Ἀγάθων
  1. τἀμὰ ταυτὶ λάμβανε.
Μνησίλοχος
  1. ἆρʼ ἁρμόσει μοι;
Εὐριπίδης
  1. χαλαρὰ γοῦν χαίρεις φορῶν.
Ἀγάθων
  1. σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει,
  2. εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω.
Εὐριπίδης
  1. ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
  2. τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι
  3. γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησίλοχος
  1. πειράσομαι.
Εὐριπίδης
  1. βάδιζε τοίνυν.
Μνησίλοχος
  1. μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
  2. ὀμόσῃς ἐμοί—
Εὐριπίδης
  1. τί χρῆμα;
Μνησίλοχος
  1. συσσώσειν ἐμὲ
  2. πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Εὐριπίδης
  1. ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός.
Μνησίλοχος
  1. τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;