Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- φῦ ἰοὺ τῆς ἀσβόλου.
- αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
- μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
- οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
- Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
- ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
- καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς.
- λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ.
- τί οὖν λάβω;
- ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
- νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου.
- σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
- ἰδού.
- ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
- κεκρυφάλου δεῖ καὶ μίτρας.
- ἡδὶ μὲν οὖν
- κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
- νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ.
- ἆρʼ ἁρμόσει μοι;
- νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει.