Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει;
- μυμῦ.
- τί μύξεις; πάντα πεποίηται καλῶς.
- οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
- μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ.
- βούλει θεᾶσθαι σαυτόν;
- εἰ δοκεῖ, φέρε.
- ὁρᾷς σεαυτόν;
- οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη.
- ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε.
- οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
- ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον.
- ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν.
- ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι.
- οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
- πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.†
- θάρρει.
- τί θαρρῶ καταπεπυρπολημένος;
- ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ
- ἀποπεπόνηκας.