Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
- ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
- ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
- σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
- γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
- Εὐριπίδη—
- τί ἔστιν;
- ἐποίησάς ποτε,
- χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
- ἔγωγε.
- μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
- ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
- ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
- τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
- φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
- καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
- οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
- τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
- κάκιον ἀπολοίμην ἂν ἢ σύ.
- πῶς;