Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
- ἐμαυτὸν ἐθεράπευσα.
- πῶς πρὸς τῶν θεῶν;
- παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
- ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
- μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
- ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
- λέγε.
- Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
- πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
- ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
- ἱκέτης ἀφῖγμαι πρὸς σέ.
- τοῦ χρείαν ἔχων;
- μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
- τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
- τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
- ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
- ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
- ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
- μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.