Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅπως;
- δοκῶν γυναικῶν ἔργα νυκτερείσια
- κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
- ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν.
- ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει.
- τί οὖν; ποιήσεις ταῦτα;
- μὴ δόκει γε σύ.
- ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης.
- ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
- πῶς οὖν ποιήσω δῆτα;
- τοῦτον μὲν μακρὰ
- κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών.
- ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
- ἀπόδυθι τουτὶ θοἰμάτιον.
- καὶ δὴ χαμαί.
- ἀτὰρ τί μέλλεις δρᾶν μʼ;
- ἀποξυρεῖν ταδί,
- τὰ κάτω δʼ ἀφεύειν.
- ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ.
- ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε.