Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,
- μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
- οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
- ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι
- ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,
- μίμησις ἤδη ταῦτα συνθηρεύεται.
- ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
- ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
- ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
- ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι
- Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
- κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
- ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,
- καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
- αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·
- διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
- ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
- ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
- ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
- ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.