Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
- καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου
- ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
- καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον
- ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
- ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
- τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
- λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
- τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
- τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
- τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
- καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
- ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία;
- τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
- ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;
- ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
- ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
- ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.
- χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
- ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.