Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
- ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο
- ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
- ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
- διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ;
- νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών.
- οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι.
- πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ.
- πῶς ἂν οὖν
- πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως
- ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
- βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
- ἰδού.
- ὁρᾷς τὸ θύριον τοῦτο;
- νὴ τὸν Ἡρακλέα
- οἶμαί γε.
- σίγα νυν.
- σιωπῶ τὸ θύριον;
- ἄκουʼ.
- ἀκούω καὶ σιωπῶ τὸ θύριον;