Thesmophoriazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Μνησίλοχος
    1. ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
    2. ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
    3. οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν,
    4. παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη;
    Εὐριπίδης
    1. ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα
    2. ὄψει παρεστώς.
    Μνησίλοχος
    1. πῶς λέγεις; αὖθις φράσον.
    2. οὐ δεῖ μʼ ἀκούειν;
    Εὐριπίδης
    1. οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν.
    Μνησίλοχος
    1. οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ;
    Εὐριπίδης
    1. οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ.
    Μνησίλοχος
    1. πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
    2. οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν;
    Εὐριπίδης
    1. χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις.
    Μνησίλοχος
    1. τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν;
    Εὐριπίδης
    1. εὖ ἴσθʼ ὅτι.
    Μνησίλοχος
    1. πῶς χωρίς;
    Εὐριπίδης
    1. οὕτω ταῦτα διεκρίθη τότε.
    2. αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο