Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
- ὁ τραγῳδοποιός.
- ποῖος οὗτος Ἁγάθων;
- ἔστιν τις Ἀγάθων—
- μῶν ὁ μέλας ὁ καρτερός;
- οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε;
- μῶν ὁ δασυπώγων;
- οὐχ ἑόρακας πώποτε;
- μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι.
- καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως.
- ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
- θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας·
- προθυσόμενος ἔοικε τῆς ποιήσεως.
- εὔφημος πᾶς ἔστω λαός,
- στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ
- θίασος Μουσῶν ἔνδον μελάθρων
- τῶν δεσποσύνων μελοποιῶν.
- ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
- κῦμα δὲ πόντου μὴ κελαδείτω
- γλαυκόν·