Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,
- ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
- ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
- τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·
- τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
- ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι
- καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
- πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
- σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
- τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι
- ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
- ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
- ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.
- ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
- φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·
- καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
- τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.
- ναῖκι ναὶ
- κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
- οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.