Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- δῆμός τοί σε καλεῖ γυναικῶν·
- ἔχουσα δέ μοι μόλοις
- εἰρήνην φιλέορτον.
- ἥκετʼ εὔφρονες ἵλαοι,
- πότνιαι, ἄλσος ἐς ὑμέτερον,
- οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
- ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
- φαίνετον ἄμβροτον ὄψιν.
- μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ
- Θεσμοφόρω πολυποτνία,
- εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω
- ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν
- ἐνθάδε χἠμῖν.
- γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
- σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
- ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ
- κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.
- χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;
- ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
- ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε