Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
- καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.
- [*](Numbered 1187b in print; renumbered 1187a according to Perseus conventions.)ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·
- εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
- καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν
- ἤδη βαδίζειν.
- οὐκὶ πιλῆσι πρῶτά με;
- πάνυ γε· φίλησον αὐτόν.
- ὂ ὂ ὂ παπαπαπαῖ,
- ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.
- τί οὐ κατεύδει παρʼ ἐμέ;
- χαῖρε τοξότα,
- οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.
- ναὶ ναὶ γρᾴδιο.
- ἐμοὶ κάρισο σὺ τοῦτο.
- δώσεις οὖν δραχμήν;
- ναὶ ναῖκι δῶσι.
- τἀργύριον τοίνυν φέρε.
- ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.
- ἔπειτα † κομίζεις αὐτοῖς.†