Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- μαστιγῶ σʼ ἄρα.
- καὶ μὴν ποιήσω τοῦτο.
- τὸ κεπαλή σʼ ἄρα
- τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
- αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
- ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
- σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
- μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ
- τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
- μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
- μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.
- ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
- Παλλάδα τὴν φιλόχορον ἐμοὶ
- δεῦρο καλεῖν νόμος ἐς χορόν,
- παρθένον ἄζυγα κούρην,
- ἣ πόλιν ἡμετέραν ἔχει
- καὶ κράτος φανερὸν μόνη
- κλῃδοῦχός τε καλεῖται.
- φάνηθʼ ὦ τυράννους
- στυγοῦσʼ ὥσπερ εἰκός.