Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- οὐκὶ μὶ λαλῆσι σύ;
- κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
- ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
- οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων
- καὶ κλέπτο καὶ πανοῦργο.
- ληρεῖς ὦ Σκύθα.
- αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
- σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;
- φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης·
- φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα
- ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
- ταύτης ἔρως εἴληφεν.
- οὐ ζηλῶσί σε·
- ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
- οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.
- τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα
- πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
- εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
- τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
- μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.